Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.38 Joseph. AJ 19.42 (English) >>Joseph. AJ 19.46

19.40Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος, 19.41τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, Κλήμης, καὶ οὑτοσὶ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν, 19.42εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδʼ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθʼ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθʼ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ. 19.43οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, διʼ ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος· οὐ γὰρ δὴ στήσεταί ποτε Γαΐῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλʼ ἡδονὴν πέρας αὐτῆς τυγχάνειν· σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.38 Joseph. AJ 19.42 (English) >>Joseph. AJ 19.46

Powered by PhiloLogic